ΠΟΛΗ

ΠΟΛΗ
Φωτογραφία:Α.Χατζόπουλος

Τρίτη, 15 Ιουλίου 2014

Τῆς Ἁγιωτάτης Μητροπόλεως Σηλυβρίας

Τῆς Ἁγιωτάτης Μητροπόλεως Σηλυβρίας ἀπροστατεύτου διαμεινάσης ἄτε δή τοῦ τελευταίουἐν αὐτῇ ἀρχιερατεύσαντος Μητροπολίτου Αἰμιλιανοῦ εἰς τάς αἰωνίους Μονάς μεταστάντος, ἡμεῖς οἱ τὴν Ἱερὰν Σύνοδον συγκροτοῦντες Ἀρχιερεῖς μετὰ τὴν γενομένην Συνοδικῶς σκέψιν πρὸς πλήρωσιν τῆς ἐπαρχίας ταύτης, καὶ πρότασιν καὶ προβολὴν τριῶν ὑποψηφίων, τῶν μᾶλλον καταλλήλων εἰς τοῦτο, ἤτοι τῶν Πανοσιολογιωτάτων Μεγάλου Ἀρχιδιακόνου κυρίου Μαξίμου (Βγενοπούλου) καὶ Ἀρχιμανδριτῶν κυρίων Εἰρηναίου Ἀβραμίδου καί Αἰμιλανοῦ Παπαδάκη, κατελθόντες ἐν τῷ Πανσέπτῳ Πατριαρχικῷ Ναῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, ἀδείᾳ καὶ προτροπῇ τοῦ Παναγιωτάτου καὶ Σεβασμιωτάτου ἡμῶν Αὐθέντου καὶ Δεσπότου, τοῦ Οἰκουμενικοῦ Πατριάρχου κυρίου κυρίου Βαρθολομαίου, καὶ ψήφους κανονικὰς προβαλόμενοι, τῇ ἐπικλήσει τοῦ Παναγίου Πνεύματος, εἰς ἐκλογὴν τοῦ ἀξίου ἐκ τῶν τεθέντων τριῶν ὑποψηφίων προσώπου, προεκρίναμεν τὸν Πανοσιολογιώτατον Μέγαν Ἀρχιδιάκονον κύριον Μάξιμον (Βγενόπουλον).
Ἐφ’ ὧ καὶ εἰς ἔνδειξιν διηνεκῆ καὶ μόνιμον παράστασιν κατεστρώθη τὰ ὀνόματα αὐτῶν ἐν τῷδε τῷ ἱερῷ κώδικι τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.

Ἐν ἔτει σωτηρίῳ ,βιδ΄, κατὰ μῆνα Ἰούλιον (ια΄)
Ἐπινεμήσεως Ζ΄
 Ὁ Ἀμερικῆς Δημήτριος
 Ὁ Σικάγου Ἰάκωβος
† Ὁ Ἑλβετίας Ἱερεμίας
 Ὁ Γερμανίας Αὐγουστῖνος
 Ὁ Τρανουπόλεως Γερμανός
† Ὁ Τορόντο Σωτήριος
† Ὁ Κρήτης Εἰρηναῖος
 Ὁ Βελγίου Ἀθηναγόρας
† Ὁ Ρεθύμνης καί Αὐλοποτάμου Εὐγένιος
† Ὁ Νέας Ζηλανδίας Ἀμφιλόχιος
† Ὁ Κώου καὶ Νισύρου Ναθαναήλ
† Ὁ Κυδωνιῶν Ἀθηναγόρας

ΠΗΓΗ: Υπογραμματεύς της Αγία  και Ιεράς Συνόδου 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου